Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν
- ἢ καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.
- Τῶν ἤτοι σπείρῃσιν ὃ μὲν θοὸς ἀντία θύνει
- ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·
- αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ,
- οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,
- τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, ἥ τε δι’ ἅλμης
- πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω
- εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.