Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.
  2. Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,
  3. ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
  4. Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην
  5. ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.