Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,
  2. ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· ἡ δ’ ἐπί οἱ σὰρξ
  3. πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,
  4. ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·
  5. ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος· αἱ δὲ χαμηλαὶ