Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμὴν
  2. ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἡδ’ ὅτε λυγρὰ
  3. θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ
  4. πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε
  5. δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.