Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἡνίκα θορνυμένου ἔχιος θαλερῷ κυνόδοντι
  2. θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου,
  3. οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ
  4. γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν
  5. γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·