Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν
  2. συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας·
  3. καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός.
  4. γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδὸν, ἢ ἐπὶ κοῖτον,
  5. ἢ ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα
  6. ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.
  7. Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς>
  8. ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,
  9. αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.