Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
- ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
- πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,
- πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι
- αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων
- ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,
- ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
- πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς
- Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
- φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
- θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.
- κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
- σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.