Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
  2. τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
    1. κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
    2. ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
    3. ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
    4. εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
    5. ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ
    6. Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·
    7. τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
    8. ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
    9. ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
    10. ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
    11. ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος
    12. ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
    13. τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
    14. οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
    15. παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
  3. πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.