Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
- καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
- χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
- νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
- Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
- ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
- εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
- τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
- αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
- ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
- ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
- ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
- οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
- ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,