Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
  2. σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
  3. βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
  4. οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
  5. πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
  6. ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
  7. ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
  8. πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ
  9. δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων
  10. ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
  11. ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
  12. ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
  13. οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
  14. νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
  15. τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
  16. χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
  17. ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
  18. πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν
  19. κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
  20. νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.