Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
  2. Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
  3. ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
  4. κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
  5. ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
  6. ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
  7. ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
  8. ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
  9. ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
  10. Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
  11. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
  12. αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
  13. εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·