Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
- ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
- Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
- Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
- Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
- Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
- ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
- Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
- ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν
- Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
- καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
- ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
- καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
- ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
- ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
- χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
- αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
- αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
- δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
- ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.