Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
- ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
- ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,
- ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
- πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
- ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
- Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
- καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
- Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε
- τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
- θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
- δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
- καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ
- ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
- πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
- μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
- μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
- εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
- κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,