Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι
  2. ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων
  3. σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
  4. ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν
  5. ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.
  6. μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
  7. ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
  8. εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
  9. γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
  10. ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
  11. μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς