Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
  2. καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
  3. ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
  4. μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι
  5. νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.
  6. ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,