Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι
- χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.
- καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
- βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
- νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
- εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.
- αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,
- αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
- Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
- ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
- ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.