Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
  2. δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·
  3. ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
  4. ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
  5. ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
  6. ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,