Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
  2. Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  3. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,
  4. Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
  5. Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
  6. αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,
  7. ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
  8. Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
  9. Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα