Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  2. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  3. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  4. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  5. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  6. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
  7. παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
  8. ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς