Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  2. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  3. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  4. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  5. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  6. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  7. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  8. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
  9. παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
  10. ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
  11. νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
  12. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
  13. Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
  14. ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
  15. τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
  16. ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
  17. τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
  18. ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
  19. Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  20. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,