Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
  2. ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
  3. Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
  4. ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,
  5. αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
  6. μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
    1. χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
    2. κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
    3. οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
    4. Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
    5. εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
    6. καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
    7. ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
    8. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
    9. ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο