Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    2. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
    3. ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
    4. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  1. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
  2. Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
  3. νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
  4. ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  5. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  6. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  7. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  8. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  9. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,