Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  2. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
    1. ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
    2. νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
    3. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
    5. ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
    6. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  3. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
  4. Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
  5. νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
  6. ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  7. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  8. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  9. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  10. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  11. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
  12. γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
  13. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
  14. μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
  15. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  16. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  17. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  18. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  19. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  20. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  21. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  22. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
  23. παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
  24. ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
  25. νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
  26. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
  27. Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
  28. ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
  29. τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,