Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
  2. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  3. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
    1. ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
    2. νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
    3. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,