Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  2. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  3. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
  4. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  5. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
    1. ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
    2. νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
    3. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
    5. ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
    6. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  6. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
  7. Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι