Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
  2. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  3. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  4. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
  5. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  6. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.