Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  2. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  3. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  4. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  5. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  6. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  7. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  8. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  9. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  10. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  11. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
  12. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
  13. αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
  14. ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
  15. ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
  16. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
  17. Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
  18. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  19. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  20. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.