Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  2. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  3. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  4. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  5. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  6. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  7. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  8. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  9. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  10. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  11. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  12. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  13. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,