Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  2. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  3. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  4. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  5. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  6. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  7. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  8. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  9. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  10. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  11. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  12. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  13. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  14. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  15. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
  16. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
  17. αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
  18. ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
  19. ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
  20. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
  21. Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
  22. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  23. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  24. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
  25. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  26. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
    1. ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
    2. νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
    3. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
    5. ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
    6. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  27. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
  28. Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
  29. νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
  30. ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  31. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  32. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  33. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  34. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  35. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
  36. γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
  37. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
  38. μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
  39. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  40. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  41. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  42. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  43. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  44. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  45. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  46. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
  47. παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
  48. ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
  49. νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
  50. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
  51. Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
  52. ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
  53. τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
  54. ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
  55. τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
  56. ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
  57. Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  58. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,
  59. Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
  60. Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
  61. αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,
  62. ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
  63. Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
  64. Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
  65. γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  66. Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια
  67. Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι