Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
  2. δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
  3. ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
  4. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  5. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  6. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.