Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
  2. ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
  3. δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
  4. ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
  5. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  6. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  7. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  8. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  9. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  10. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  11. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  12. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  13. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  14. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  15. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,