Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  2. πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
  3. Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  4. ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
  5. πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,
  6. ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
  7. ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
  8. αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
  9. σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
  10. Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
  11. Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
  12. πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
  13. ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
  14. ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
  15. δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
  16. ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
  17. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  18. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  19. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  20. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  21. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  22. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  23. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  24. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  25. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  26. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  27. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  28. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  29. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  30. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  31. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
  32. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
  33. αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
  34. ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας