Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
  2. Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
  3. ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
  4. αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
  5. κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
  6. ---
  7. ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
  8. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
  9. δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.