Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
  2. ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
  3. μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
  4. αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
  5. δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
  6. πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
  7. Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
  8. γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
  9. ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
  10. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
  11. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
  12. Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
  13. ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
  14. αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
  15. κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
  16. ---
  17. ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
  18. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
  19. δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
  20. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  21. κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην