Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
  2. ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
  3. ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
  4. Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
  5. ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
  6. γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
  7. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
  8. ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε