Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.
  2. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
  3. ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
  4. ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.
  5. μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
  6. ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
  7. ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.