Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
  2. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
  3. τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
  4. ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
  5. ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
  6. ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι