Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
  2. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
  3. Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
  4. Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·
  5. τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
  6. λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.