Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
  2. Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
  3. αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
  4. Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
  5. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι
  6. θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
  7. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
  8. Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
  9. Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·