Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
  2. ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
  3. ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
  4. ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
  5. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
  6. Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
  7. αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,