Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
  2. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
  3. ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
  4. ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
  5. ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
  6. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
  7. Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,