Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
  2. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
  3. ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
  4. ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
  5. πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
  6. ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
  7. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
  8. ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·