Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  2. τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  3. αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
  4. Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
  5. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
  6. ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.