Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
  2. ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
  3. πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
  4. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
  5. Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
  6. δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
  7. Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
  8. ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
  9. Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
  10. πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
  11. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  12. τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  13. αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
  14. Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
  15. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν