Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
  2. ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
  3. ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
  4. αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
  5. ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
  6. πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.