Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  2. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
  3. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
  4. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
  5. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
  6. νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
  7. οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
  8. οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
  9. αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,