Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
  2. ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
  3. τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
  4. θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
  5. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  6. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
  7. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.