Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
  2. αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
  3. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  4. βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
  5. ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.