Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
  2. οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
  3. πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
  4. ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
  5. τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
  6. θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
  7. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  8. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.