Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
  2. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
  3. ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
  4. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
  5. οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
  6. πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
  7. ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
  8. τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
  9. θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
  10. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  11. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
  12. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
  13. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
  14. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
  15. νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
  16. οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
  17. οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
  18. αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
  19. πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
  20. ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
  21. ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
  22. ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
  23. αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
  24. ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
  25. πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
  26. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
  27. Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
  28. δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
  29. Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
  30. ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
  31. Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
  32. πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
  33. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  34. τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  35. αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
  36. Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
  37. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
  38. ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
  39. ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
  40. πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
  41. ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
  42. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
  43. ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
  44. ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
  45. ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
  46. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
  47. Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
  48. αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
  49. Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
  50. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι
  51. θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
  52. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
  53. Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
  54. Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·
  55. τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
  56. λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.
  57. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
  58. ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
  59. ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.
  60. μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
  61. ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
  62. ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
  63. Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
  64. ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
  65. γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
  66. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
  67. ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
  68. μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
  69. αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
  70. δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
  71. πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
  72. Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
  73. γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
  74. ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
  75. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
  76. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
  77. Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
  78. ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
  79. αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
  80. κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
  81. ---
  82. ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
  83. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
  84. δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
  85. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  86. κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
  87. κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  88. πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
  89. Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  90. ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
  91. πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,
  92. ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
  93. ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
  94. αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
  95. σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
  96. Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
  97. Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
  98. πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
  99. ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
  100. ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
  101. δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
  102. ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
  103. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  104. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  105. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  106. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  107. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  108. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  109. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  110. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  111. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  112. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  113. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  114. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  115. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  116. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  117. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
  118. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
  119. αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
  120. ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
  121. ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
  122. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
  123. Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
  124. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  125. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  126. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
  127. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  128. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
    1. ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
    2. νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
    3. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
    5. ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
    6. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  129. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
  130. Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
  131. νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
  132. ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  133. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  134. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  135. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  136. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  137. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
  138. γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
  139. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
  140. μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
  141. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  142. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  143. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  144. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,